20.144τεκοῦσα δʼ ἐξ αὐτοῦ παῖδα προσηγόρευσεν Ἀγρίππαν. ἀλλʼ ὃν μὲν τρόπον ὁ νεανίας οὗτος σὺν τῇ γυναικὶ κατὰ τὴν ἐκπύρωσιν τοῦ Βεσβίου ὄρους ἐπὶ τῶν Τίτου Καίσαρος χρόνων ἠφανίσθη, μετὰ ταῦτα δηλώσω.
20.145
Βερενίκη δὲ μετὰ τὴν Ἡρώδου τελευτήν, ὃς αὐτῆς ἀνὴρ καὶ θεῖος ἐγεγόνει, πολὺν χρόνον ἐπιχηρεύσασα, φήμης ἐπισχούσης, ὅτι τἀδελφῷ συνείη, πείθει Πολέμωνα, Κιλικίας δὲ ἦν οὗτος βασιλεύς, περιτεμόμενον ἀγαγέσθαι πρὸς γάμον αὐτήν· οὕτως γὰρ ἐλέγξειν ᾤετο ψευδεῖς τὰς διαβολάς.
20.146καὶ ὁ Πολέμων ἐπείσθη μάλιστα διὰ τὸν πλοῦτον αὐτῆς· οὐ μὴν ἐπὶ πολὺ συνέμεινεν ὁ γάμος, ἀλλʼ ἡ Βερενίκη διʼ ἀκολασίαν, ὡς ἔφασαν, καταλείπει τὸν Πολέμωνα. ὁ δʼ ἅμα τοῦ τε γάμου καὶ τοῦ τοῖς ἔθεσι τῶν Ἰουδαίων ἐμμένειν ἀπήλλακτο.
20.147τῷ αὐτῷ δὲ καιρῷ καὶ Μαριάμμη παραιτησαμένη τὸν Ἀρχέλαον συνῴκησε Δημητρίῳ τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων πρωτεύοντι γένει τε καὶ πλούτῳ· τότε δὴ καὶ τὴν ἀλαβαρχίαν αὐτὸς εἶχεν. γενόμενον δʼ αὐτῇ παιδίον ἐξ ἐκείνου Ἀγριππῖνον προσηγόρευσεν. ἀλλὰ περὶ μὲν ἑκάστου τούτων μετὰ ἀκριβείας ὕστερον ἀπαγγελοῦμεν.
20.148
Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη δεκατρία καὶ μῆνας ὀκτὼ πρὸς ἡμέραις εἴκοσι, καὶ λόγος ἦν παρά τινων, ὡς ὑπὸ τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο. ταύτης πατὴρ μὲν ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ γενόμενος Δομέτιος Ἠνόβαρβος ὁ τῶν ἐπισήμων κατὰ τὴν Ῥωμαίων πόλιν.